Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.91 Joseph. AJ 16.96 (English) >>Joseph. AJ 16.102

16.94καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δʼ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατʼ ἀξίαν; 16.95ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν. 16.96ὅτι δὲ μηδὲ εὐσεβὲς αὐτοῖς ὑπὲρ τούτου πολυπραγμονεῖν, εὔδηλον· γὰρ ἀεί τι περὶ τῆς βασιλείας ἐνθυμούμενος συγκαταλογίζεται τὸν θάνατον τοῦ γεγεννηκότος, μεθʼ ὃν ἄλλως οὐκ ἔστιν τὴν ἀρχὴν παραλαβεῖν. 16.97αὐτὸς δʼ ὅσα βασιλευομένοις καὶ βασιλέως παισὶν οὐχ ὑστέρησεν μέχρι νῦν ἀποδιδούς, οὐ κόσμον, οὐχ ὑπηρεσίαν, οὐ τρυφήν, ἀλλὰ καὶ γάμους τοὺς ἐπισημοτάτους παρεσχῆσθαι, τῷ μὲν ἐκ τῆς ἀδελφῆς, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ βασιλέως θυγατέρα συνοικίσας, 16.98τὸ δὲ μέγιστον οὐδʼ ἐπὶ τοιούτοις ἣν εἶχεν ἐξουσίαν ταύτῃ κατʼ αὐτῶν χρησάμενος ἀγαγεῖν ἐπὶ τὸν κοινὸν εὐεργέτην Καίσαρα, καὶ παρελόμενον αὑτοῦ πᾶν, ὅσον πατὴρ ἀσεβούμενος βασιλεὺς ἐπιβουλευόμενος δύναται, κρίσεως ἰσοτιμίᾳ παρεστακέναι· 16.99δεήσει μέντοι μὴ παντάπασιν αὐτὸν ἀτιμώρητον γενέσθαι μηδʼ ἐν τοῖς μεγίστοις φόβοις καταζῆν, οὐδʼ ἐκείνοις λυσιτελοῦντος ἐφʼ οἷς ἐνεθυμήθησαν ὁρᾶν τὸν ἥλιον, εἰ νῦν διαφύγοιεν, ἔργῳ μέγιστα τῶν ἀνθρωπείων καὶ δράσαντας καὶ πεισομένους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.91 Joseph. AJ 16.96 (English) >>Joseph. AJ 16.102

Powered by PhiloLogic